Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.388 Joseph. BJ 4.395 (English) >>Joseph. BJ 4.402

4.392τό γε μὴν δραστήριον αὐτοῦ κατά τε χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους. 4.393πολλὴ δὲ μοῖρα τῶν ἀντικαθισταμένων ἀπελείπετο, παρʼ οἷς ἴσχυε μὲν καὶ φθόνος δεινὸν ἡγουμένων ὑποτετάχθαι τὸ πρὶν ἰσοτίμῳ, τὸ πλέον δʼ εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν· 4.394οὔτε γὰρ καταλύσειν ῥᾳδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθʼ αὑτῶν πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι· προῃρεῖτο δʼ οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν δουλεύσας ἑκουσίως ἐν ἀνδραπόδου μοίρᾳ παραπολέσθαι. 4.395διαιρεῖται μὲν οὖν στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν. 4.396ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους αὐτοῖς διὰ φυλακῆς ἦν, καὶ οὐδὲν μικρὸν εἴ

-- --

ποτε διηκροβολίζοντο τοῖς ὅπλοις, ἤριζον δὲ κατὰ τοῦ δήμου καὶ πότεροι πλείονα λείαν ἄξουσιν ἀντεφιλονείκουν. 4.397ἐπεὶ δὲ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμῳ καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς πόλεμος· ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους καὶ παρὰ Ῥωμαίοις ἧς ἀπήλπισαν ἐν τοῖς ἰδίοις σωτηρίας ἠξιοῦντο. 4.398

Τέταρτον δὲ ἄλλο κακὸν ἐκινεῖτο πρὸς τὴν τοῦ ἔθνους κατάλυσιν. 4.399φρούριον ἦν οὐ πόρρω Ἱεροσολύμων καρτερώτατον, ὑπὸ τῶν ἀρχαίων βασιλέων εἴς τε ὑπέκθεσιν κτήσεως ἐν πολέμου ῥοπαῖς καὶ σωμάτων ἀσφάλειαν κατεσκευασμένον, ἐκαλεῖτο Μασάδα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.388 Joseph. BJ 4.395 (English) >>Joseph. BJ 4.402

Powered by PhiloLogic